Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.63.4 | Hdt. 2.65.1 (English) | >>Hdt. 2.66.1 |
2.64.1
καὶ τὸ μὴ μίσγεσθαι γυναιξὶ ἐν ἱροῖσι μηδὲ ἀλούτους ἀπὸ γυναικῶν ἐς ἱρὰ ἐσιέναι οὗτοι εἰσὶ οἱ πρῶτοι θρησκεύσαντες . οἱ μὲν γὰρ ἄλλοι σχεδὸν πάντες ἄνθρωποι , πλὴν Αἰγυπτίων καὶ Ἑλλήνων , μίσγονται ἐν ἱροῖσι καὶ ἀπὸ γυναικῶν ἀνιστάμενοι ἄλουτοι ἐσέρχονται ἐς ἱρόν , νομίζοντες ἀνθρώπους εἶναι κατά περ τὰ ἄλλα κτήνεα ·
2.64.2 καὶ γὰρ τὰ ἄλλα κτήνεα ὁρᾶν καὶ ὀρνίθων γένεα ὀχευόμενα ἔν τε τοῖσι νηοῖσι τῶν θεῶν καὶ ἐν τοῖσι τεμένεσι · εἰ ὦν εἶναι τῷ θεῷ τοῦτο μὴ φίλον , οὐκ ἂν οὐδὲ τὰ κτήνεα ποιέειν . οὗτοι μέν νυν τοιαῦτα ἐπιλέγοντες ποιεῦσι ἔμοιγε οὐκ ἀρεστά ·
ch. 65
2.65.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.63.4 | Hdt. 2.65.1 (English) | >>Hdt. 2.66.1 |